15 Δεκεμβρίου 2024  † ΚΥΡΙΑΚΗ ΚΕ´   (ΙΑ´ ΛΟΥΚΑ)
«Τῶν ἁ­γί­ων προ­πα­τό­ρων».  

a religious painting of a woman and a child

15 Δεκεμβρίου 2024  † ΚΥΡΙΑΚΗ ΚΕ´   (ΙΑ´ ΛΟΥΚΑ)  Ἦ­χος πλ. δ´.  Ἑ­ω­θι­νὸν γ´.
(τυπικὸν 15ης Δεκ. §2 καὶ 12ης Δεκ. §§2-4).

«Τῶν ἁ­γί­ων προ­πα­τό­ρων».
Ἐ­λευ­θε­ρί­ου ἱ­ε­ρο­μάρ­τυ­ρος καὶ τῆς μη­τρὸς αὐ­τοῦ Ἀν­θί­ας (β´ αἰ.)

Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (ιδ´ 16-24,  Ματθ. κβ´ 14).

Εἶ­πεν ὁ Κύ­ρι­ος τὴν πα­ρα­βο­λὴν ταύ­την·
Ἄν­θρω­πός τις ἐ­ποί­η­σε δεῖ­πνον μέ­γα, καὶ ἐ­κά­λε­σε πολ­λούς· καὶ ἀ­πέ­στει­λε τὸν δοῦ­λον αὐ­τοῦ τῇ ὥ­ρᾳ τοῦ δεί­πνου εἰ­πεῖν τοῖς κε­κλη­μέ­νοις· ἔρ­χε­σθε, ὅ­τι ἤ­δη ἕ­τοι­μά ἐ­στι πάν­τα.
Καὶ ἤρ­ξαν­το ἀ­πὸ μι­ᾶς πα­ραι­τεῖ­σθαι πάν­τες, ὁ πρῶ­τος εἶ­πεν αὐ­τῷ· ἀ­γρὸν ἠ­γό­ρα­σα, καὶ ἔ­χω ἀ­νάγ­κην ἐ­ξελ­θεῖν καὶ ἰ­δεῖν αὐ­τόν· ἐ­ρω­τῶ σε, ἔ­χε με πα­ρῃ­τη­μέ­νον.
Καὶ ἕ­τε­ρος εἶ­πε· ζεύ­γη βο­ῶν ἠ­γό­ρα­σα πέν­τε, καὶ πο­ρεύ­ο­μαι δο­κι­μά­σαι αὐ­τά· ἐ­ρω­τῶ σε, ἔ­χε με πα­ρῃ­τη­μέ­νον.
Καὶ ἕ­τε­ρος εἶ­πε· γυ­ναῖ­κα ἔ­γη­μα, καὶ δι­ὰ τοῦ­το οὐ δύ­να­μαι ἐλ­θεῖν.
Καὶ πα­ρα­γε­νό­με­νος ὁ δοῦ­λος ἐ­κεῖ­νος ἀ­πήγ­γει­λε τῷ κυ­ρί­ῳ αὐ­τοῦ ταῦ­τα.
Τό­τε ὀρ­γι­σθεὶς ὁ οἰ­κο­δε­σπό­της εἶ­πε τῷ δού­λῳ αὐ­τοῦ· ἔ­ξελ­θε τα­χέ­ως εἰς τὰς πλα­τεί­ας καὶ ῥύ­μας τῆς πό­λε­ως, καὶ τοὺς πτω­χοὺς καὶ ἀ­να­πή­ρους καὶ χω­λοὺς καὶ τυ­φλοὺς εἰ­σά­γα­γε ὧ­δε.
Καὶ εἶ­πεν ὁ δοῦ­λος· κύ­ρι­ε, γέ­γο­νεν ὡς ἐ­πέ­τα­ξας, καὶ ἔ­τι τό­πος ἐ­στί.
Καὶ εἶ­πεν ὁ κύ­ρι­ος πρὸς τὸν δοῦ­λον· Ἔ­ξελ­θε εἰς τὰς ὁ­δοὺς καὶ φραγ­μοὺς καὶ ἀ­νάγ­κα­σον εἰ­σελ­θεῖν, ἵ­να γε­μι­σθῇ ὁ οἶ­κός μου.
Λέ­γω γὰρ ὑ­μῖν ὅ­τι οὐ­δεὶς τῶν ἀν­δρῶν ἐ­κεί­νων τῶν κε­κλη­μέ­νων γεύ­σε­ταί μου τοῦ δεί­πνου.
Πολ­λοὶ γὰρ εἰ­σι κλη­τοί, ὀ­λί­γοι δὲ ε­κλε­κτοί.

Ακολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Δείτε ακόμη

_Viber_2025-01-08_07-20-20-967
Περισσότερα
Spanoudakis
Περισσότερα