24 ΝΟΕΜΒΡΙΟΥ 2024 † ΚΥΡΙΑΚΗ ΚΒ´ (ΙΓ´ ΛΟΥΚΑ) «ἡ μετὰ τὴν ἑορτήν». Ἦχος πλ. α´. Ἑωθινὸν ια´.
Κλήμεντος ἐπισκόπου Ῥώμης (†101), Πέτρου ἐπισκόπου Ἀλεξανδρείας (†311).
Ἐκ τοῦ κατὰ Λουκᾶν (ιγ´ 18-27)
Τῷ καιρῷ ἐκείνῳ, ἄρχων τις προσῆλθε τῷ Ἰησοῦ πειράζων αὐτὸν καὶ λέγων·
Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς·
Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.
Ὁ δὲ εἶπε·
Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ·
Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.
Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα.
Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε·
Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
Εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι;
Ὁ δὲ εἶπε·
Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.
Ακολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.