10 Νοεμβρίου 2024   † Κυριακή Κ´  (Η´ Λου­κᾶ) 
 Ἦχος γ΄,    ἑωθινὸν θ΄   

a religious painting of a man falling from a man

10 ΝΟΕΜΒΡΙΟΥ 2024   † ΚΥΡΙΑΚΗ Κ´    (Η´ ΛΟΥΚΑ)   Ἦχος γ΄,    ἑωθινὸν θ΄
Ὀ­λυμ­πᾶ, Τερ­τί­ου κ.λπ. ἐκ τῶν 70 (α´ αἰ.)· Ὀ­ρέ­στου μάρ­τυ­ρος τοῦ Τυ­α­νέ­ως (†304). Ἀρ­σε­νί­ου ὁ­σί­ου τοῦ Καπ­πα­δό­κου (†1924).

Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (ι´ 25-37).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, νο­μι­κός τις προ­σῆλ­θε τῷ Ἰ­η­σοῦ πει­ρά­ζων αὐ­τὸν καὶ λέ­γων·
Δι­δά­σκα­λε, τί ποι­ή­σας ζω­ὴν αἰ­ώ­νι­ον κλη­ρο­νο­μή­σω;
Ὁ δὲ εἶ­πε πρὸς αὐ­τόν· Ἐν τῷ νό­μῳ τί γέ­γρα­πται; πῶς ἀ­να­γι­νώ­σκεις;
Ὁ δὲ ἀ­πο­κρι­θεὶς εἶ­πεν· Ἀ­γα­πή­σεις Κύ­ρι­ον τὸν Θε­όν σου ἐξ ὅ­λης τῆς καρ­δί­ας σου καὶ ἐξ ὅ­λης τῆς ψυ­χῆς σου καὶ ἐξ ὅ­λης τῆς ἰ­σχύ­ος σου καὶ ἐξ ὅ­λης τῆς δι­α­νοί­ας σου, καὶ τὸν πλη­σί­ον σου ὡς σε­αυ­τόν· εἶ­πε δὲ αὐ­τῷ·
Ὀρ­θῶς ἀ­πε­κρί­θης· τοῦ­το ποί­ει καὶ ζή­σῃ.
Ὁ δὲ θέ­λων δι­και­οῦν ἑ­αυ­τὸν εἶ­πε πρὸς τὸν Ἰ­η­σοῦν· Καὶ τίς ἐ­στί μου πλη­σί­ον;
Ὑ­πο­λα­βὼν δὲ ὁ Ἰ­η­σοῦς εἶ­πεν·
Ἄν­θρω­πός τις κα­τέ­βαι­νεν ἀ­πὸ Ἱ­ε­ρου­σα­λὴμ εἰς Ἰ­ε­ρι­χώ, καὶ λῃ­σταῖς πε­ρι­έ­πε­σεν· οἳ καὶ ἐκ­δύ­σαν­τες αὐ­τὸν καὶ πλη­γὰς ἐ­πι­θέν­τες ἀ­πῆλ­θον ἀ­φέν­τες ἡ­μι­θα­νῆ τυγ­χά­νον­τα. Κα­τὰ συγ­κυ­ρί­αν δὲ ἱ­ε­ρεύς τις κα­τέ­βαι­νεν ἐν τῇ ὁ­δῷ ἐ­κεί­νῃ, καὶ ἰ­δὼν αὐ­τὸν ἀν­τι­πα­ρῆλ­θεν. Ὁ­μοί­ως δὲ καὶ Λευΐτης γε­νό­με­νος κα­τὰ τὸν τό­πον, ἐλ­θὼν καὶ ἰ­δὼν ἀν­τι­πα­ρῆλ­θε. Σα­μα­ρεί­της δέ τις ὁ­δεύ­ων ἦλ­θε κατ᾿ αὐ­τὸν, καὶ ἰ­δὼν αὐ­τὸν ἐ­σπλαγ­χνί­σθη, καὶ προ­σελ­θὼν κα­τέ­δη­σε τὰ τραύ­μα­τα αὐ­τοῦ ἐ­πι­χέ­ων ἔ­λαι­ον καὶ οἶ­νον, ἐ­πι­βι­βά­σας δὲ αὐ­τὸν ἐ­πὶ τὸ ἴ­δι­ον κτῆ­νος ἤ­γα­γεν αὐ­τὸν εἰς παν­δο­χεῖ­ον καὶ ἐ­πε­με­λή­θη αὐ­τοῦ· καὶ ἐ­πὶ τὴν αὔ­ρι­ον ἐ­ξελ­θὼν, ἐκ­βα­λὼν δύ­ο δη­νά­ρι­α ἔ­δω­κε τῷ παν­δο­χεῖ καὶ εἶ­πεν αὐ­τῷ· ἐ­πι­με­λή­θη­τι αὐ­τοῦ, καὶ ὅ,τι ἂν προσ­δα­πα­νή­σῃς, ἐ­γὼ ἐν τῷ ἐ­πα­νέρ­χε­σθαί με ἀ­πο­δώ­σω σοι. Τίς οὖν τού­των τῶν τρι­ῶν πλη­σί­ον δο­κεῖ σοι γε­γο­νέ­ναι τοῦ ἐμ­πε­σόν­τος εἰς τοὺς λῃ­στάς;
Ὁ δὲ εἶ­πεν· Ὁ ποι­ή­σας τὸ ἔ­λε­ος μετ᾿ αὐ­τοῦ.
Εἶ­πεν οὖν αὐ­τῷ ὁ Ἰ­η­σοῦς· Πο­ρεύ­ου καὶ σὺ ποί­ει ὁ­μοί­ως.

Ακολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Δείτε ακόμη

_Viber_2025-01-08_07-20-20-967
Περισσότερα
Spanoudakis
Περισσότερα