8 Δεκεμβρίου  2024  ΚΥΡΙΑΚΗ ΚΔ´     (Ι´ ΛΟΥΚΑ)

a painting of a group of people

8 Δεκεμβρίου  2024  † ΚΥΡΙΑΚΗ ΚΔ´     (Ι´ ΛΟΥΚΑ) Ἦ­χος βα­ρύς.     Ἑ­ω­θι­νὸν β´.
Προ­ε­όρ­τι­α τῆς συλ­λή­ψε­ως τῆς ἁ­γί­ας Ἄν­νης, Πα­τα­πί­ου ὁ­σί­ου (η´ αἰ.). Σω­σθέ­νους, Ἀ­πολ­λώ, Τυ­χι­κοῦ κ.λπ. ἐκ τῶν 70 (α´ αἰ.)· Παρ­θε­νί­ου ὁσίου τοῦ ἐν Χίῳ.

Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (ιγ´ 10-17).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἦν δι­δά­σκων ὁ Ἰ­η­σοῦς ἐν μι­ᾷ τῶν Συ­να­γω­γῶν ἐν τοῖς Σάββασι.
Καὶ ἰ­δοὺ, γυ­νὴ ἦν πνεῦ­μα ἔ­χου­σα ἀ­σθε­νε­ί­ας ἔ­τη δέ­κα καὶ ὀ­κτώ, καὶ ἦν συγ­κύ­πτου­σα, καὶ μὴ δυ­να­μέ­νη ἀ­να­κῦ­ψαι εἰς τὸ παν­τε­λές.
Ἰ­δὼν δὲ αὐ­τὴν ὁ ᾽Ι­η­σοῦς προ­σε­φώ­νη­σε καὶ εἶ­πεν αὐ­τῇ· Γύναι, ἀ­πο­λέ­λυ­σαι τῆς ἀ­σθε­νε­ί­ας σου. Καὶ ἐ­πέ­θη­κεν αὐ­τῇ τὰς χεῖ­ρας· καὶ πα­ρα­χρῆ­μα ἀ­νωρ­θώ­θη, καὶ ἐ­δό­ξα­ζε τὸν Θε­όν.
Ἀ­πο­κρι­θεὶς δὲ ὁ ἀρ­χι­συ­νά­γω­γος, ἀ­γα­να­κτῶν ὅ­τι τῷ Σαβ­βά­τῳ ἐ­θε­ρά­πευ­σεν ὁ ᾽Ι­η­σοῦς, ἔ­λε­γε τῷ ὄ­χλῳ· Ἓξ ἡ­μέ­ραι εἰ­σίν, ἐν αἷς δεῖ ἐρ­γά­ζε­σθαι· ἐν αὐ­ταῖς οὖν ἐρ­χό­με­νοι θε­ρα­πε­ύ­ε­σθε, καὶ μὴ τῇ ἡ­μέ­ρᾳ τοῦ Σαβ­βά­του.
Ἀ­πε­κρί­θη δὲ αὐ­τῷ ὁ Κύριος καὶ εἶ­πεν· Ὑ­πο­κρι­τά, ἕ­κα­στος ὑ­μῶν τῷ Σαβ­βά­τῳ οὐ λύ­ει τὸν βοῦν αὐ­τοῦ ἢ τὸν ὄ­νον ἀ­πὸ τῆς φάτ­νης καὶ ἀ­πα­γα­γὼν πο­τί­ζει; τα­ύ­την δέ, θυ­γα­τέ­ρα Ἀ­βρα­ὰμ οὖ­σαν, ἣν ἔ­δη­σεν ὁ Σα­τα­νᾶς ἰ­δοὺ δέ­κα καὶ ὀ­κτὼ ἔ­τη, οὐκ ἔ­δει λυ­θῆ­ναι ἀ­πὸ τοῦ δε­σμοῦ το­ύ­του τῇ ἡ­μέ­ρᾳ τοῦ Σαβ­βά­του;
Καὶ ταῦ­τα λέ­γον­τος αὐ­τοῦ κα­τῃ­σχύ­νον­το πάν­τες οἱ ἀν­τι­κε­ί­με­νοι αὐ­τῷ, καὶ πᾶς ὁ ὄ­χλος ἔ­χαι­ρεν ἐ­πὶ πᾶ­σιν τοῖς ἐν­δό­ξοις τοῖς γι­νο­μέ­νοις ὑπ᾽ αὐ­τοῦ.

Ακολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Δείτε ακόμη

_Viber_2025-01-08_07-20-20-967
Περισσότερα
Spanoudakis
Περισσότερα