5 Ιανουαρίου 2025 Κυριακὴ πρὸ τῶν Φώτων.

5 Ιανουαρίου 2025  † Κυ­ρι­α­κὴ πρὸ τῶν Φώ­των.  Ἦ­χος γ´. Ἑ­ω­θι­νὸν Ϛ´.
Θε­ο­πέμ­πτου καὶ Θε­ω­νᾶ μαρ­τύ­ρων (†305), Συγ­κλη­τι­κῆς ὁ­σί­ας (†350).

 

Ἐκ τοῦ κα­τὰ Μᾶρκ­ον (α´ 1-8).

Ἀρ­χὴ τοῦ Εὐ­αγ­γε­λί­ου Ἰ­η­σοῦ Χρι­στοῦ υἱ­οῦ τοῦ Θε­οῦ.
Ὡς γέ­γρα­πται ἐν τοῖς προ­φή­ταις,
ἰ­δοὺ ἐ­γὼ ἀ­πο­στέλ­λω τὸν ἄγ­γε­λόν μου πρὸ προ­σώ­που σου, ὃς κα­τα­σκευ­ά­σει τὴν ὁ­δόν σου ἔμ­προ­σθέν σου·
φω­νὴ βο­ῶν­τος ἐν τῇ ἐ­ρή­μῳ
′Ἑ­τοι­μά­σα­τε τὴν ὁ­δὸν Κυ­ρί­ου, εὐ­θε­ί­ας ποι­εῖ­τε τὰς τρί­βους αὐ­τοῦ′,
ἐ­γέ­νε­το Ἰ­ω­άν­νης βα­πτί­ζων ἐν τῇ ἐ­ρή­μῳ καὶ κη­ρύσ­σων βά­πτι­σμα με­τα­νο­ί­ας εἰς ἄ­φε­σιν ἁ­μαρ­τι­ῶν.
Καὶ ἐ­ξε­πο­ρε­ύ­ε­το πρὸς αὐ­τὸν πᾶ­σα ἡ Ἰ­ου­δα­ί­α χώ­ρα καὶ οἱ Ἱ­ε­ρο­σο­λυ­μῖ­ται, καὶ ἐ­βα­πτί­ζον­το πάν­τες ἐν τῷ Ἰ­ορ­δά­νῃ πο­τα­μῷ ὑπ᾿ αὐ­τοῦ ἐ­ξο­μο­λο­γο­ύ­με­νοι τὰς ἁ­μαρ­τί­ας αὐ­τῶν.
Ἦν δὲ ὁ Ἰ­ω­άν­νης ἐν­δε­δυ­μέ­νος τρί­χας κα­μή­λου καὶ ζώ­νην δερ­μα­τί­νην πε­ρὶ τὴν ὀ­σφὺν αὐ­τοῦ, καὶ ἐ­σθί­ων ἀ­κρί­δας καὶ μέ­λι ἄ­γρι­ον.
Καὶ ἐ­κή­ρυσ­σε λέ­γων·
Ἔρ­χε­ται ὁ ἰ­σχυ­ρό­τε­ρός μου ὀ­πί­σω μου, οὗ οὐκ εἰ­μὶ ἱ­κα­νὸς κύ­ψας λῦ­σαι τὸν ἱ­μάν­τα τῶν ὑ­πο­δη­μά­των αὐ­τοῦ.
Ἐ­γὼ μὲν ἐ­βά­πτι­σα ὑ­μᾶς ἐν ὕ­δα­τι, αὐ­τὸς δὲ βα­πτί­σει ὑ­μᾶς ἐν Πνε­ύ­μα­τι ἁ­γί­ῳ.

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας – Μεγάλου Ἁγιασμοῦ τῶν Θεοφανείων.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

Δείτε ακόμη

_Viber_2025-01-08_07-20-20-967
Περισσότερα
Spanoudakis
Περισσότερα