24 Νοεμβρίου 2024  † ΚΥΡΙΑΚΗ ΚΒ´ (ΙΓ´ ΛΟΥΚΑ) 
«ἡ με­τὰ τὴν ἑ­ορ­τήν».  

a painting of a man standing in front of a group of people

24 ΝΟΕΜΒΡΙΟΥ 2024  † ΚΥΡΙΑΚΗ ΚΒ´ (ΙΓ´ ΛΟΥΚΑ)  «ἡ με­τὰ τὴν ἑ­ορ­τήν».  Ἦ­χος πλ. α´. Ἑ­ω­θι­νὸν ια´.
Κλή­μεν­τος ἐ­πι­σκό­που Ῥώ­μης (†101), Πέ­τρου ἐ­πι­σκό­που Ἀ­λε­ξαν­δρεί­ας (†311).

Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (ιγ´ 18-27)

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἄρ­χων τις προ­σῆλ­θε τῷ Ἰ­η­σοῦ πει­ρά­ζων αὐ­τὸν καὶ λέ­γων·
Δι­δά­σκα­λε ἀ­γα­θέ, τί ποι­ή­σας ζω­ὴν αἰ­ώ­νι­ον κλη­ρο­νο­μή­σω;
Εἶ­πε δὲ αὐ­τῷ ὁ Ἰ­η­σοῦς·
Τί με λέ­γεις ἀ­γα­θόν; οὐ­δεὶς ἀ­γα­θὸς εἰ μὴ εἷς, ὁ Θε­ός. Τὰς ἐν­το­λὰς οἶ­δας· μὴ μοι­χεύ­σῃς, μὴ φο­νεύ­σῃς, μὴ κλέ­ψῃς, μὴ ψευ­δο­μαρ­τυ­ρή­σῃς, τί­μα τὸν πα­τέ­ρα σου καὶ τὴν μη­τέ­ρα σου.
Ὁ δὲ εἶ­πε·
Ταῦ­τα πάν­τα ἐ­φυ­λα­ξά­μην ἐκ νε­ό­τη­τός μου.
Ἀ­κού­σας δὲ ταῦ­τα ὁ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τῷ·
Ἔ­τι ἕν σοι λεί­πει· πάν­τα ὅ­σα ἔ­χεις πώ­λη­σον καὶ δι­ά­δος πτω­χοῖς, καὶ ἕ­ξεις θη­σαυ­ρὸν ἐν οὐ­ρα­νῷ, καὶ δεῦ­ρο ἀ­κο­λού­θει μοι.
Ὁ δὲ ἀ­κού­σας ταῦ­τα πε­ρί­λυ­πος ἐ­γέ­νε­το· ἦν γὰρ πλού­σι­ος σφό­δρα.
Ἰ­δὼν δὲ αὐ­τὸν ὁ Ἰ­η­σοῦς πε­ρί­λυ­πον γε­νό­με­νον εἶ­πε·
Πῶς δυ­σκό­λως οἱ τὰ χρή­μα­τα ἔ­χον­τες εἰ­σε­λεύ­σον­ται εἰς τὴν βα­σι­λεί­αν τοῦ Θε­οῦ! Εὐ­κο­πώ­τε­ρον γάρ ἐ­στι κά­μη­λον δι­ὰ τρυ­μα­λι­ᾶς ῥα­φί­δος εἰ­σελ­θεῖν ἢ πλού­σι­ον εἰς τὴν βα­σι­λεί­αν τοῦ Θε­οῦ εἰ­σελ­θεῖν.
Εἶ­πον δὲ οἱ ἀ­κού­σαν­τες· Καὶ τίς δύ­να­ται σω­θῆ­ναι;
Ὁ δὲ εἶ­πε·
Τὰ ἀ­δύ­να­τα πα­ρὰ ἀν­θρώ­ποις δυ­να­τὰ πα­ρὰ τῷ Θε­ῷ ἐ­στιν.

Ακολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Δείτε ακόμη

_Viber_2025-01-08_07-20-20-967
Περισσότερα
Spanoudakis
Περισσότερα