11 ΑΥΓΟΥΣΤΟΥ 2024   † ΚΥΡΙΑΚΗ Ζ´ ΜΑΤΘΑΙΟΥ  Κυ­ρι­α­κὴ
με­τὰ τὴν ἑ­ορ­τὴν τῆς Με­τα­μορ­φώ­σε­ως τοῦ Σω­τῆ­ρος.

Εὔ­πλου δι­α­κό­νου (†304). Νή­φω­νος Κων­σταν­τι­νου­πό­λε­ως (†1502)·

ἀ­νά­μνη­σις θαύ­μα­τος τοῦ ἁ­γί­ου Σπυ­ρί­δω­νος ἐν Κερ­κύ­ρᾳ (1716).

Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (θ´ 27 – 35).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, πα­ρά­γον­τι τῷ Ἰ­η­σοῦ ἠ­κο­λού­θη­σαν αὐ­τῷ δύ­ο τυ­φλοὶ κρά­ζον­τες καὶ λέ­γον­τες· Ἐ­λέ­η­σον ἡ­μᾶς, υἱ­ὲ Δαυ­ΐδ. Ἐλ­θόν­τι δὲ εἰς τὴν οἰ­κί­αν προ­σῆλ­θον αὐ­τῷ οἱ τυ­φλοί, καὶ λέ­γει αὐ­τοῖς ὁ Ἰ­η­σοῦς· Πι­στεύ­ε­τε ὅ­τι δύ­να­μαι τοῦ­το ποι­ῆ­σαι; λέ­γου­σιν αὐ­τῷ· Ναί, Κύ­ρι­ε. Τό­τε ἥ­ψα­το τῶν ὀ­φθαλ­μῶν αὐ­τῶν λέ­γων· Κα­τὰ τὴν πί­στιν ὑ­μῶν γε­νη­θή­τω ὑ­μῖν. Καὶ ἀ­νε­ῴ­χθη­σαν αὐ­τῶν οἱ ὀ­φθαλ­μοί· καὶ ἐ­νε­βρι­μή­σα­το αὐ­τοῖς ὁ Ἰ­η­σοῦς λέ­γων· Ὁ­ρᾶ­τε μη­δεὶς γι­νω­σκέ­τω. Οἱ δὲ ἐ­ξελ­θόν­τες δι­ε­φή­μι­σαν αὐ­τὸν ἐν ὅ­λῃ τῇ γῇ ἐ­κεί­νῃ. Αὐ­τῶν δὲ ἐ­ξερ­χο­μέ­νων ἰ­δοὺ προ­σή­νεγ­καν αὐ­τῷ ἄν­θρω­πον κω­φὸν δαι­μο­νι­ζό­με­νον· καὶ ἐκ­βλη­θέν­τος τοῦ δαι­μο­νί­ου ἐ­λά­λη­σεν ὁ κω­φός. Καὶ ἐ­θαύ­μα­σαν οἱ ὄ­χλοι λέ­γον­τες· Οὐ­δέ­πο­τε ἐ­φά­νη οὕ­τως ἐν τῷ Ἰσ­ρα­ήλ. Οἱ δὲ Φα­ρι­σαῖ­οι ἔ­λε­γον· Ἐν τῷ ἄρ­χον­τι τῶν δαι­μο­νί­ων ἐκ­βάλ­λει τὰ δαι­μό­νι­α. Καὶ πε­ρι­ῆ­γεν ὁ Ἰ­η­σοῦς τὰς πό­λεις πά­σας καὶ τὰς κώ­μας, δι­δά­σκων ἐν ταῖς συ­να­γω­γαῖς αὐ­τῶν καὶ κη­ρύσ­σων τὸ εὐ­αγ­γέ­λι­ον τῆς βα­σι­λεί­ας καὶ θε­ρα­πεύ­ων πᾶ­σαν νό­σον καὶ πᾶ­σαν μα­λα­κί­αν ἐν τῷ λα­ῷ.

Ακολουθίες Εσπερινού Όρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Δείτε ακόμη

_Viber_2025-01-08_07-20-20-967
Περισσότερα
Spanoudakis
Περισσότερα