01 Δεκεμβρίου 2024  † ΚΥΡΙΑΚΗ ΚΓ´   (ΙΔ´ ΛΟΥΚΑ)

a painting of a man talking to a group of people

01 Δεκεμβρίου 2024  † ΚΥΡΙΑΚΗ ΚΓ´   (ΙΔ´ ΛΟΥΚΑ)   Ἦ­χος πλ. β´. Ἑ­ω­θι­νὸν α´.
Να­οὺμ τοῦ προ­φή­του (700 π.Χ.). Φι­λα­ρέ­του τοῦ ἐ­λε­ή­μο­νος (†792), Θε­ο­κλή­του ἀρ­χι­επ. Λακεδαιμονίας.

Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (ιη´ 35-43)

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἐ­γέ­νε­το ἐν τῷ ἐγ­γί­ζειν τὸν Ἰ­η­σοῦν εἰς Ἰ­ε­ρι­χὼ τυ­φλός τις ἐ­κά­θη­το πα­ρὰ τὴν ὁ­δὸν προ­σαι­τῶν. Ἀ­κού­σας δὲ ὄ­χλου δι­α­πο­ρευ­ο­μέ­νου ἐ­πυν­θά­νε­το τί εἴ­η ταῦ­τα.
Ἀ­πήγ­γει­λαν δὲ αὐ­τῷ ὅ­τι Ἰ­η­σοῦς ὁ Να­ζω­ραῖ­ος πα­ρέρ­χε­ται.
Καὶ ἐ­βό­η­σε λέ­γων· Ἰ­η­σοῦ, υἱ­ὲ Δαυ­ΐδ, ἐ­λέ­η­σόν με.
Καὶ οἱ προ­ά­γον­τες ἐ­πε­τί­μων αὐ­τῷ ἵ­να σι­ω­πή­σῃ·
αὐ­τὸς δὲ πολ­λῷ μᾶλ­λον ἔ­κρα­ζεν· Υἱ­ὲ Δαυ­ΐδ, ἐ­λέ­η­σόν με.
Στα­θεὶς δὲ ὁ Ἰ­η­σοῦς ἐ­κέ­λευ­σεν αὐ­τὸν ἀ­χθῆ­ναι πρὸς αὐ­τόν.
ἐγ­γί­σαν­τος δὲ αὐ­τοῦ ἐ­πη­ρώ­τη­σεν αὐ­τόν Λέ­γων· Τί σοι θέ­λεις ποι­ή­σω;
ὁ δὲ εἶ­πε· Κύ­ρι­ε, ἵ­να ἀ­να­βλέ­ψω.
Καὶ ὁ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τῷ· Ἀ­νά­βλε­ψον· ἡ πί­στις σου σέ­σω­κέ σε.
Καὶ πα­ρα­χρῆ­μα ἀ­νέ­βλε­ψε, καὶ ἠ­κο­λού­θει αὐ­τῷ δο­ξά­ζων τὸν Θε­όν· καὶ πᾶς ὁ λα­ὸς ἰ­δὼν ἔ­δω­κεν αἶ­νον τῷ Θε­ῷ.

Ακολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Δείτε ακόμη

_Viber_2025-01-08_07-20-20-967
Περισσότερα
Spanoudakis
Περισσότερα